ΚΑΛΛΙΜΑΧΟΥ ΕΙΣ ΑΡΤΕΜΙΝ       カッリマコス『アルテミス讃歌』    
1-5




5
Ἄρτεμιν (οὐ γὰρ ἐλαφρὸν ἀειδόντεσσι λαθέσθαι)
ὑμνέομεν, τῇ τόξα λαγωβολίαι τε μέλονται
καὶ χορὸς ἀμφιλαφὴς καὶ ἐν οὔρεσιν ἑψιάασθαι,
ἄρχμενοι ὡς ὅτε πατρὸς ἐφεζομένη γονάτεσσι
παῖς ἔτι κουρίζουσα τάδε προσέειπε γονῆα·
アルテミスを(というのも,歌い手には忘れ難い神ゆえ)
私は歌う,弓とうさぎ狩りに,
また大きな歌舞隊と,また山での遊びを楽しむ女神を.
歌い始めは,彼女がまだ少女であったころ,
父神の膝に座って,父神にこのように語りかけた時のこと.

6-25




10




15




20




25
῾ δός μοι παρθενίην αἰώνιον, ἄππα, φυλάσσειν,
καὶ πολυωνυμίην, ἵνα μή μοι Φοῖβος ἐρίζῃ,
δός δ᾽ ἰοὺς καὶ τόξα--ἔα, πάτερ, οὔ σε φαρέτρην
οὐδ᾽ αἰτέω μέγα τόξον· ἐμοὶ Κύκλωπες ὀϊστούς
αὐτίκα τεχνήσονται, ἐμοὶ δ᾽ εὐκαμπὲς ἄεμμα·
ἀλλὰ φαεσφορίην τε καὶ ἐς γόνυ μέχρι χιτῶνα
ζώνυσθαι λεγνωτόν, ἵν᾽ ἄγρια θηρία καίνω.
δὸς δέ μοι ἑξήκοντα χορίτιδας Ὠκεανίνας,
πάσας εἰνέτεας, πάσας ἔτι παῖδας ἀμίτρους.
δὸς δέ μοι ἀμφιπόλους Ἀμνισίδας εἴκοσι νύμφας,
αἵ τε μοι ἐνδρομίδας τε καὶ ὁππότε μηκέτι λύγκας
μήτ᾽ ἐλάφους βάλλοιμι, θοοὺς κύνας εὖ κομέοιεν.
δὸς δέ μοι οὔρεα πάντα· πόλιν δέ μοι ἥντινα νεῖμον
ἥντινα λῇς· σπαρνὸν γὰρ ὅτ᾽ Ἄρτεμις ἄστυ κάτεισιν·
οὔρεσιν οἰκήσω, πόλεσιν δ᾽ ἐπιμείξομαι ἀνδρῶν
μοῦνον ὅτ᾽ ὀξείῃσιν ὑπ᾽ ὠδίνεσσι γυναῖκες
τειρόμεναι καλέωσι βοηθόον, ᾗσί με Μοῖραι
γεινομένην τὸ πρῶτον ἐπεκλήρωσαν ἀρήγειν,
ὅττι με καὶ τίκτουσα καὶ οὐκ ἤλησε φέρουσα
μήτηρ, ἀλλ᾽ ἀμογητὶ φίλων ἀπεθήκατο γυίων. ᾽
「私に永遠の処女性を,父よ,守る事を許し給え,
そして私が多くの名を持つ事を,ポイボスも競うことができぬよう.
そして,弓矢を与え給え——お待ち下さい,父よ,あなたに矢も
大弓もお願いはしません.私にはキュクロープスらが矢を
すぐに作るでしょう,そして,よく撓る弓も.
その代り,光りもたらす者にして下さい,そして,膝までの
房付きの上衣を纏うことを,そうして野の獣を屠るために.
そして私に60人のオーケアノスの娘を歌舞隊に与え給え,
皆9歳で,皆頭に巻き布をせぬ子らを.
そして,私にアムニソス*1の20人のニンフを侍女によこし給え.
私の上着を預かり,そしてもう大猫も
鹿も私が射らるのを止めた時には,足速き犬をよく世話するように.
そして,私に全ての山を与え給え,そして,どんな町でも割りあて給え,
あなたの望むいかなる町も.アルテミスが町に下りることは滅多にないので.
山に私は住むでしょう,だが男住む町に私が入るのは,
ただ女性らが激しい陣痛に
苛まれて助けを呼ぶ時のみ.私が生まれた時に,モイラたちは
私にまずそれを助けることを使命とし,
私の母が,私を産む時にも,孕んでいる時にも,
母は苦しまず,労なくして自分の胎より産んだのです」


*1 クレタ島の川.

26-45




30




35




40




45
ὣς ἡ παῖς εἰποῦσα γενειάδος ἤθελε πατρός
ἅψασθαι, πολλὰς δὲ μάτην ἐτανύσσατο χεῖρας
μέχρις ἵνα ψαύσειε. πατὴρ δ᾽ ἐπένευσε γελάσσας,
φῆ δὲ καταρρέζων· ῾ ὅτε μοι τοιαῦτα θέαιναι
τίκτοιεν, τυτθόν κεν ἐγὼ ζηλήμονος Ἥρης
χωομένης ἀλέγοιμι. φέρευ, τέκος, ὅσσ᾽ ἐθελημός
αἰτίζεις, καὶ δ᾽ ἄλλα πατὴρ ἔτι μείζονα δώσει.
τρὶς δέκα τοι πτολίεθρα καὶ οὐχ ἵνα πύργον ὀπάσσω,
τρὶς δέκα τοι πτολίεθρα, τὰ μὴ θεὸν ἄλλον ἀέξειν
εἴσεται, ἀλλὰ μόνην σὲ καὶ Ἀρτέμιδος καλέεσθαι·
πολλὰς δὲ ξυνῇ πόλιας διαμετρήσασθαι
μεσσόγεως νήσους τε· καὶ ἐν πάσῃσιν ἔσονται
Ἀρτέμιδος βωμοί τε καὶ ἄλσεα. καὶ μὲν ἀγυιαῖς
ἔσσῃ καὶ λιμένεσσιν ἐπίσκοπος.᾽ ὣς ὁ μὲν εἰπών
μῦθον ἐπεκρήηνε καρήατι. βαῖνε δὲ κούρη
Λευκὸν ἔπι Κρηταῖον ὄρος κεκομημένον ὕλῃ,
ἔνθεν ἐπ᾽ Ὠκεανόν· πολέας δ᾽ ἐπελέξατο νύμφας,
πάσας εἰνέτεας, πάσας ἔτι παῖδας ἀμίτρους·
χαῖρε δὲ Καίρατος ποταμὸς μέγα, χαῖρε δὲ Τηθύς,
οὕνεκα θυγατέρας Λητωίδι πέμπον ἀμορβούς.
このように娘神は語り,父の髭に触らんと
欲した,しかし何度も触ろうと手を伸ばしたが
無駄であった.父は笑って頷き,
そして彼女を撫でつつ言った.「女神らが私に
このような子を産んだ日には,私は妬み深いヘーラーが
怒るのを僅かにしか気にせずに済もうもの.取れ,娘よ,お前が
乞い願う限りのものを.そして父は別のもっと大きなものを与えよう.
お前には10の3倍の町を,そして一つならず塔を授けよう,
お前には10の3倍の町を,それは他の神を讃えることを
知らず,お前だけを讃え,そしてアルテミスの町と呼ばれるであろう.
そして,多くの町を他の神と共に授けよう,
内陸の町々も,島々も.しして,その全てにおいて,
アルテミスの祭壇と聖林があるだろう.そして,お前は道と
港の見張りとなるだろう」このように語って,
頷いてその言葉を確かなものとした.そして,娘神は
クレータの,森の繁ったレウコン山*1へと向かって,
そこからオーケアノスの許へと行った.そして,彼女は多くのニンフを選んだ,
皆9歳で,皆まだ頭に巻き布せぬ子供であった.
そして,カイラトス*2の川は大いに喜び,テーテュスも喜んだ,
というのも彼らはレートーの子に娘達を付き人にと送ったのだから.

*1 クレータ島の東のレウカ山のこと(?).
*2 クレータ島のクノッソスの近くの川.

46-61




50




55




60
αὖθι δὲ Κύκλωπας μετεκίαθε· τοὺς μὲν ἔτετμε
νήσῳ ἐνὶ Λιπάρῃ (Λιπάρη νέον, ἀλλὰ τότ᾽ ἔσκεν
οὔνομά οἱ Μελιγουνίς) ἐπ᾽ ἄκμοσιν Ἡσφαίστοιο
ἑσταότας περὶ μύδρον· ἐπείγετο γὰρ μέγα ἔργον·
ἱππείην τετύκοντο Ποσειδάωνι ποτίστρην.
αἱ νύμφαι δ᾽ ἔδδεισαν, ὅπως ἴδον αἰνὰ πέλωρα
πρηόσιν Ὀσσαίοισιν ἐοικότα (πᾶσι δ᾽ ὑπ᾽ ὀφρύν
φάεα μουνόγληνα σάκει ἴσα τετραβοείῳ
δεινὸν ὑπογλαύσσοντα) καὶ ὁππότε δοῦπον ἄκουσαν
ἄκμονος ἠχήσαντος ἐπὶ μέγα πουλύ τ᾽ ἄημα
φυσάων αὐτῶν τε βαρὺν στόνον· αὖε γὰρ Αἴτνη,
αὖε δὲ Τρινακρίη Σικανῶν ἕδος, αὖε δὲ γείτων
Ἰταλίη, μεγάλην δὲ βοὴν ἐπὶ Κύρνος ἀΰτει,
εὖθ᾽ οἵγε ῥαιστῆρας ἀειράμενοι ὑπὲρ ὤμων
ἢ χαλκὸν ζείοντα καμινόθεν ἠὲ σίδηρον
ἀμβολαδὶς τετύποντες ἐπὶ μέγα μύχθισσειαν.
そして,すぐさま彼女はキュクロープスらを訪ねた.彼女が彼らに出会ったのは
リパラー*1の島にて(リパラーは最近の名で,その時は
メリグーニスという名があった)ヘーパイストスの金床の所で,
赤熱の鉄の周りに立っている所.なぜなら彼らは大仕事を急いでいたから.
彼らはポセイドーンのために馬の飼い葉桶を作っていた.
ニンフらは怯えた,オッサ山の岩にも似た
恐ろしい怪物を見た時(4枚重ねの牛革の盾程もの
一つ目が皆眉の下に
恐ろしく光っていた)そして,金床の
激しく響く轟音を聞き,そしてふいごの立てる激しい
風音と,彼らの重々しい唸り声を聞いた時には.そしてエトナ山は叫び,
シチリア人の住まいたるトリーナクリアー*2は叫び,また叫ぶは隣の
イタリアの地,そしてキュルノス*3は大きな咆哮を叫び上げた,
彼らがハンマーを方の上に振り上げ,
溶鉱炉の中から取り出した煮えたぎる青銅や鉄を
代わる代わるに打ちつつ激しく唸る度に.

*1 シチリア東端から僅かに北側の島.
*2 シチリアのこと.
*3 コルシカ.

62-79



65




70




75




80




85
τῷ σφέας οὐκ ἐτάλασσαν ἀκηδέες Ὠκεανῖναι
οὔτ᾽ ἄντην ἰδέειν οὔτε κτύπον οὔασι δέχθαι.
οὐ νέμεσις· κείνους γε καὶ αἱ μάλα μηκέτι τυτθαί
οὐδέποτ᾽ ἀφρικτὶ μακάρων ὁρόωσι θύγατρες.
ἀλλ᾽ ὅτε κουράων τις ἀπειθέα μητέρι τεύχοι,
μήτηρ μὲν Κύκλωπας ἑῇ ἐπὶ παιδὶ καλιστρεῖ,
Ἄργην ἢ Στερόπην· ὁ δὲ δώματος ἐκ μυχάτοιο
ἔρχεται Ἑρμείης σποδιῇ κεχριμένος αἰθῇ·
αὐτίκα τὴν κούρην μορμύσσεται, ἡ δὲ τεκούσης
δύνει ἔσω κόλπους θεμένη ἐπὶ φάεσι χεῖρας.
κοῦρα, σὺ δὲ προτέρω περ, ἔτι τριέτηρος ἐοῦσα,
εὖτ᾽ ἔμολεν Λητώ σε μετ᾽ ἀγκαλίδεσσι φέρουσα,
Ἡφαίστου καλέοντος ὅπως ὀπτήρια δοίη,
Βρόντεώ σε στιβαροῖσιν ἐφεσσαμένου γονάτεσσι,
στήθεος ἐκ μεγάλου λασίης ἐδράξαο χαίτης,
ὤλοψας δὲ βίηφι· τὸ δ᾽ ἄτριχον εἰσέτι καὶ νῦν
μεσσάτιον στέρνοιο μένει μέρος, ὡς ὅτε κόρσῃ
φωτὸς ἐνιδρυθεῖσα κόμην ἐπενείματ᾽ ἀλώπηξ.
τῷ μάλα θαρσαλέη σφε τάδε προσελέξαο τῆμος·
῾ Κύκλωπες, κἠμοί τι Κυδώνιον εἰ δ᾽ ἄγε τόξον
ἠδ᾽ ἰοὺς κοίλην τε κατακληῖδα βελέμνων
τεύξατε· καὶ γὰρ ἐγὼ Λητωιὰς ὥσπερ Ἀπόλλων.
αἰ δέ κ᾽ ἐγὼ τόξοις μονιὸν δάκος ἤ τι πέλωρον
θηρίον ἀγρεύσω, τὸ δέ κεν Κύκλωπες ἔδοιεν. ᾽
ἔννεπες· οἱ δ᾽ ἐτέλεσσαν· ἄφαρ δ᾽ ὡπλίσσαο, δαῖμον.
そのため,オーケアノスの娘らは恐れなく彼らを
真正面から見ることができず,また耳で音を聞く事もできなかった.
だが非難には価しない.彼らをまた,もはやとうに幼くはない
至福の神の娘たちも,恐れる事なく見る事は決してなかったのだ.
そして,娘らの誰かが,母親に不服従を為した時には,
母親は自分の娘にキュクロープスらの名を呼ぶのだ,
アルゲースやステロペースの名を.だが,家の奥からは
ヘルメースが,燃える火の粉にまみれて出て来る.
すぐに彼は娘にお化けの真似をし,そして彼女は母親の
懐の中に,目を手で覆って隠れる.
娘よ*1,だがあなたは,もっと幼い時でさえ,まだ3歳であった時に,
レートーがあなたはを腕の中に抱いてやって来た時,
それはヘーパイストスが,贈り物をあげるといって呼んだ時だが,
ブロンテース*2が力強い膝の上にあなたを座らせた時,
その大きな胸から剛毛の毛をつかんで
そして力任せに毟り取った.そして,まだ今に至るまで,
胸の真ん中の部分は毛がないのだ,ちょうど人のこめかみに
疥癬がついて髪を食った時のように.
それ故,あなたは非常に大胆にも,彼にこの言葉をその時言い放った.
「キュクロープス達よ,私にもまたキュドーニア*3の弓を,さあ,
そして,矢と空ろな矢の筒を
作り給え.なぜなら私も,アポッローン同様,レートーの子だから.
そして,もし私が弓で荒々しい猛獣や,何か
怪獣を狩ったら,それはキュクロープス達が食べるだろう」
あなたは言った.そしてそれは成就した.すぐにあなたは,女神よ,武装した.

*1 アルテミス.
*2 キュクロープスの一人. *3 クレタ島.

87-97



90




95

αἶψα δ᾽ ἐπὶ σκύλακας πάλιν ἤιες· ἵκεο δ᾽ αὖλιν
Ἀρκαδικὴν ἔπι Πανός. ὁ δὲ κρέα λυγκὸς ἔταμνε
Μαιναλίης, ἵνα οἱ τοκάδες κύνες εἶδαρ ἔδοιεν.
τὶν δ᾽ ὁ γενειήτης δύο μὲν κύνας ἥμισυ πηγούς,
τρεῖς δὲ παρουαίνους, ἕνα δ᾽ αἰόλον, οἵ ῥα λέοντας
αὐτοὺς αὖ ἐρύοντες, ὅτε δράξαιντο δεράων,
εἶλκον ἔτι ζώοντας ἐπ᾽ αὐλίον, ἑπτὰ δ᾽ ἔδωκε
θάσσονας αὐράων Κυκνοσουρίδας, αἵ ῥα διῶξαι
ὤκτισται νεβρούς τε καὶ οὐ μύοντα λαγωόν
καὶ κοίτην ἐλάφοιο καὶ ὕστριχος ἔνθα καλιαί
σημῆναι καὶ ζορκὸς ἐπ᾽ ἴχνιον ἡγήσασθαι.
そしてすぐ再びあなたは猟犬を探しに向かった.そして,あなたは
パーンの住まいアルカディアに着いた.そして彼はマエナルスの山猫の
肉を切っていた,子持ちの犬にその餌を食べさせるために.
そして,あなたに,そのひげ面の神は二匹の半分白い犬,
三匹の赤犬,一匹の斑犬を与えた,それらは実にライオン
でさえ,首に噛み付いた時には,後ろにねじ曲げ,
さらに生きたまま檻に引いて行ったのだった.そして,八匹の
風よりも速く駆けるキュノスーリア*1の犬を与えた,
それらは子鹿や目を閉じぬ兎を追うのに,実に最も速く,
そして鹿のねぐらと,山嵐の巣がある場所を
示し,そして羚羊の後を追って先導するのも最も速かった.


*1 アルカディア.

98-109


100




105
ἔνθεν ἀπερχομένη (μετὰ καὶ κύνες ἐσσεύοντο)
εὗρες ἐπὶ προμολῇς᾽ ὄρεος τοῦ Παρρασίοιο
σκαιρούσας ἐλάφους, μέγα τι χρέος· αἱ μὲν ἐπ᾽ ὄχθῃς
αἰὲν ἐβουκολέοντο μελαμψήφιδος Ἀναύρου,
μάσσονες ἢ ταῦροι, κεράων δ᾽ ἀπελάμπετο χρυσός·
ἐξαπίνης δ᾽ ἔταφές τε καὶ ὃν ποτὶ θυμὸν ἔειπες·
῾ τοῦτό κεν Ἀρτέμιδος πρωτάγριον ἄξιον εἴη.᾽
πέντ᾽ ἔσαν αἱ πᾶσαι· πίσυρας δ᾽ ἕλες ὦκα θέουσα
νόσφι κυνοδρομίης, ἵνα τοι θοὸν ἅρμα φέρωσι.
τὴν δὲ μίαν Κελάδοντος ὑπὲρ ποταμοῖο φογοῦσαν
Ἥρης ἐννεσίῃσιν, ἀέθλιον Ἡρακλῆι
ὕστερον ὄφρα γένοιτο, πάγος Κερύνειος ἔδεκτο.
そこからあなたは去って(後をまた犬どもが駆けて行った)
アルカディアの山の麓で,
跳ね回る鹿どもを見つけた,実に大きな者であった.それらは
黒い石のアナイロス川の岸でいつも草を食み,
牛よりも大きく,そして角には金が輝いていた.
すぐさまあなたは驚いた,そして心中こう言った.
「これはアルテミスに相応しい初狩だろう」
それらは全部で5頭であった.4頭をあなたは速駆けして捕まえた,
犬を走らす事なく,そうしてそれらがあなたの速い車を引くようにした.
だが一頭はケラドーンの川を越えて逃げて行ったが,
それは後にヘーラクレースの功業になるようにとの
ヘーラーの意であり,ケリュネイアの岩山*1がその鹿を受け入れた.

*1 ケリュネイアはアカイアの町.ケリュネイアの鹿は,ヘーラクレース12功業の一つで,彼はこの鹿を1年追い続け,生け捕りしなければならなかった.

110-135
110




115




120




125




130




135




140




145




150
Ἄρτεμι Παρθενίη Τιτυοκτόνε, χρύσεα μέν τοι
ἔτνεα καὶ ζώνη, χρύσεον δ᾽ ἐζεύξαο δίφρον,
ἐν δ᾽ ἐβάλευ χρύσεια, θεή, κεμάδεσσι χαλινά.
ποῦ δέ σε τὸ πρῶτον κερόεις ὄχος ἤρξατ᾽ ἀείρειν;
Αἵμῳ ἐπὶ Θρήικι, τόθεν βορέαο κατᾶιξ
ἔρχεται ἀχλαίνοισι δυσαέα κρυμὸν ἄγουσα.
ποῦ δ᾽ ἔταμες πεύκην, ἀπὸ δὲ φλογὸς ἥψαο ποίης;
Μυσῷ ἐν Οὐλύμπῳ, φάεος δ᾽ ἐνέηκας ἀυτμήν
ἀσβέστου, τό ῥα πατρὸς ἀποστάζουσι κεραυνοί.
ποσσάκι δ᾽ ἀργυρέοιο, θεή, πειρήσαο τόξου;
πρῶτον ἐπὶ πτελέην, τὸ δὲ δεύτερον ἧκας ἐπὶ δρῦν,
τὸ τρίτον αὖτ᾽ ἐπὶ θῆρα. τὸ τέτρατον οὐκέτ᾽ †ἐπὶ δρῦν†,
ἀλλά †μιν εἰς ἀδίκων ἔβαλες πόλιν, οἵ τε περὶ σφέας
οἵ τε περὶ ξείνους ἀλιτήμονα πολλὰ τέλεσκον.
σχέτλιοι, οἷς τύνη χαλεπὴν ἐμμάξεαι ὀργήν·
κτήνεά φιν λοιμὸς καταβόσκεται, ἔργα δὲ πάχνη,
κείρονται δὲ γέροντες ἐφ᾽ υἱάσιν, αἱ δὲ γυναῖκες
ἢ βληταὶ θνῄσκουσι λεχωίδες ἠὲ φυγοῦσαι
τίκτουσιν, τῶν οὐδὲν ἐπὶ σφυρὸν ὀρθὸν ἀνέστη.
οἷς δέ κεν εὐμειδής τε καὶ ἵλαος αὐγάσσηαι,
κείνοις εὖ μὲν ἄρουρα φέρει στάχυν, εὖ δὲ γενέθλη
τετραπόδων, εὖ δ᾽ οἶκος ἀέξεται· οὐδ᾽ ἐπὶ σῆμα
ἔρχονται πλὴν εὖτε πολυχρόνιόν τι φέρωσιν·
οὐδὲ διχοστασίη τρώει γένος, ἥ τε καὶ εὖ περ
οἴκους ἑστηῶτας ἐσίνατο· ταὶ δὲ θυωρόν
εἰνάτερες γαλόῳ τε μίαν πέρι δίφρα τίθενται.
πότνια, τῶν εἴη μὲν ἐμοὶ φίλος ὅστις ἀληθής,
εἴην δ᾽ αὐτός, ἄνασσα, μέλοι δέ μοι αἰὲν ἀοιδή·
τῇ ἔνι μὲν Λητοῦς γάμος ἔσσεται, ἐν δὲ σὺ πολλή,
ἐν δὲ καὶ Ἀπόλλων, ἐν δ᾽ οἵ σεο πάντες ἄεθλοι,
ἐν δὲ κύνες καὶ τόξα καὶ ἄντυγες, αἵ τε σε ῥεῖα
θηητὴν φορέουσιν, ὅτ᾽ ἐς Διὸς οἶκον ἐλαύνεις.
ἔνθα τοι ἀντιόωντες ἐνὶ προμολῇσι δέχονται
ὅπλα μὲν Ἑρμείης Ἀκακήσιος, αὐτὰρ Ἀπόλλων
θηρίον ὅττι φέρῃσθα—πάροιθέ γε, πρίν περ ἱκέσθαι
καρτερὸν Ἀλκεΐδην· νῦν δ᾽ οὐκέτι Φοῖβος ἄεθλον
τοῦτον ἔχει, τοῖος γὰρ ἀεὶ Τιρύνθιος ἄκμων
ἕστηκε πρὸ πυλέων ποτιδέγμενος, εἴ τι φέρουσα
νεῖαι πῖον ἔδεσμα· θεοὶ δ᾽ ἐπὶ πάντες ἐκείνῳ
ἄλληκτον γελόωσι, μάλιστα δὲ πενθερὴ αὐτή,
ταῦρον ὅτ᾽ ἐκ δίφροιο μάλα μέγαν ἢ ὅγε χλούνην
κάπρον ὀπισθιδίοιο φέροι ποδὸς ἀσπαίροντα·
処女神たるアルテミス,ティテュオスを殺せる女神*1よ,あたなの
武具と帯は黄金で,そしてあなたは黄金の戦車を繋ぎ,
そして黄金の馬勒を若鹿に置いた.
そして,何処へ最初に角もつ戦車は運び始めたのか.
トラキアのハイモスにだ,そこからボレアースの疾風が
厳しく吹きすさび街灯着ぬ者らには寒さをもたらす.
そして,何処であなたは樅の木を切り,そしてどの火で火をつけたのか.
ミューシアのオリュンポスで,そして消える事なき火の
息吹をそれに吹き込んだ.それは父神の雷が落としたもの.
そして,何度あなたは,女神よ,白銀の弓を試したのか.
最初に楡の木を,それから樫の木をあなたは射た,
さらに三番目に獣を射た.四番目にはもはや†樫の木†ではなく,
悪人の町を射た,彼らは互いにも,
また外の者にも罪深き事を多く成し続けていた.
哀れなるかな,あなたがひどい怒りを向けられたものどもは.
彼らの家畜を疫病が食い荒らし,作物は霜が食い荒らす.
そして老人は息子を悼んで髪を切り,そしてその妻らは
あるいは産褥に麻痺に打たれて死に,あるいはそれを逃れたものは
決して真直ぐに踵に立てぬものを産む.
だが,あなたが嘉し,恵み深く見給うものら,
そのものらには耕地も穂をよくもたらし,そして四つ足の家畜らも
子に恵まれ,そして家はよく栄えるだろう.彼らは決して
墓に向かうことはない,彼らが老齢を全うして後でなければ.
また,反目もその一族を苛むことはなく——それは
よく続いてきた家であってもまた荒らすものだが——一つの
食卓の周りに,義理の姉妹ら*2は席を置く.
女王よ,わたしに真実の友たるものは誰でもこれらの人々に属さんことを,
そして私自身も彼らに属さんことを.そして私は永遠に歌に取り組まんことを.
その歌に,レートーの結婚が歌われるだろう,そしてあなたも沢山歌われるだろう,
そしてアポッローンもまた,そしてあなたの全ての業も,
そしてあなたの犬達や弓や,ゼウスの家に向かう時に
あなたを颯爽と立派に運ぶ戦車もその中に歌われるだろう.
そこの入り口であなたに会い,
ヘルメースはあなたの武器を受け取り,だがアポッローンは
あなたの持って来た獣は何でも受け取った——少なくとも,
強気アルカイオスの孫*3が来る以前は.今はもはやポイボスはその仕事を
持ってはいない.というのも,そのようにいつもティリュンスの鉄床*4
門の前に立ち,あなたが脂の乗った食べ物を持って
帰って来るのを待っている.だが神々は皆彼に向かって
絶える事無く笑った,だが最も笑ったのは彼の義母*5その人だ,
彼が車から非常に大きな雄牛や,野の
猪が,後ろ足で暴れるのを持って来る度に.

*1 ガイアの子とも,ゼウスの子ともされる.アルテミスの母であるレートーをものにしようとして,アポッローンとアルテミスに射殺される.
*2 厳密にはεἰνάτερεςはその夫同士が兄弟である妻たち,γαλόῳは一人の男の妻と姉妹.
*3 ヘーラクレース.死後オリュンポスで神々の間に仲間入りする.
*4 ティリュンスはヘーラクレースの故郷.ここでは彼の屈強さを示すメタファー.
*5 ヘーラクレースはオリュンポスでヘーベーを娶る.ヘーベーの母はヘーラー.